16
The Seven Bowls of God's Wrath
1 Καὶ ἤκουσα *φωνης μεγαλης ¦ μεγαλης φωνης ANT NA SBL TH WHφωνῆς μεγάλης †εκ του ναου ¦ — Kἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, ‡και ¦ — PCKκαὶ §εκχεατε ¦ εκχεετε CTἐκχέατε τὰς *επτα ¦ — PCK TRἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ †εις ¦ επι Αν PCK TRεἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ‡επι ¦ εις PCK TRἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς §προσκυνουντας τη εικονι αυτου ¦ τη εικονι αυτου προσκυνουντας TRπροσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 Καὶ ὁ δεύτερος *αγγελος ¦ — CTἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ †ζωσα ¦ ζωης ECM† NA SBL TH WH ¦ — K HF ζῶσα ἀπέθανεν ‡εν ¦ τα εν ECM† NA SBL TH WHἐν τῇ θαλάσσῃ.
4 Καὶ ὁ §τριτος ¦ τριτος αγγελος Αν PCK TRτρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ *εις ¦ — CT PCKεἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ †εγενετο ¦ εγενοντο ECM†ἐγένετο αἷμα. 5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,
 
Δίκαιος ‡ει ¦ κυριε ει TRεἶ, ὁ ὢν καὶ ὁ ἦν, §ο οσιος ¦ οσιος ECM† HF TH ¦ και ο εσομενος SCR ¦ και ο οσιος STὁ ὅσιος,
ὅτι ταῦτα ἔκρινας·
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,
καὶ αἷμα αὐτοῖς *εδωκας ¦ δεδωκας NA SBL TH WHἔδωκας †πιειν ¦ πειν WHπιεῖν·
‡αξιοι ¦ αξιοι γαρ TRἄξιοί εἰσι.
 
7 Καὶ §ηκουσα ¦ ηκουσα αλλου εκ TRἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,
 
Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,
ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
 
8 Καὶ ὁ τέταρτος *αγγελος ¦ — K ANT CT HF ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι †εν πυρι τους ανθρωπους ¦ τους ανθρωπους εν πυρι CT PCK TRἐν πυρὶ τοὺς ἀνθρώπους. 9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν ‡οι ανθρωποι ¦ — CT TRοἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος §εξουσιαν ¦ την εξουσιαν CT PCKἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ ὁ *πεμπτος ¦ πεμπτος αγγελος Αν PCK TRπέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ †εμασωντο ¦ εμασσωντο TRἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ὁ ‡εκτος ¦ εκτος αγγελος PCK TRἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν §ευφρατην ¦ τον ευφρατην ANT ECM† NA SBL TR WHΕὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ *ανατολης ¦ ανατολων Αν PCK TRἀνατολῆς ἡλίου. 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα †ακαθαρτα τρια ¦ τρια ακαθαρτα ANT CT PCK TRἀκάθαρτα τρία ‡ως βατραχοι ¦ ομοια βατραχοις TRὡς βάτραχοι· 14 εἰσὶ γὰρ πνεύματα §δαιμονιων ¦ δαιμονων Αν PCK TRδαιμονίων ποιοῦντα σημεῖα, *α εκπορευεται ¦ εκπορευεσθαι Αν ECM† STἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς †της ¦ της γης και της TRτῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς ‡τον ¦ — STτὸν πόλεμον τῆς §ημερας εκεινης της μεγαλης ¦ ημερας της μεγαλης ECM† NA SBL TH WH ¦ μεγαλης ημερας ECM†ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος— 15 Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ— 16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ *αρμαγεδων ¦ μαγεδων K HF ¦ αρμαγεδδων TRἉρμαγεδών.
17 Καὶ ὁ †εβδομος ¦ εβδομος αγγελος Αν PCK TRἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ‡επι ¦ εις Αν PCK TRἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη §απο ¦ εκ ANT CTἀπὸ *του ναου του ουρανου ¦ του ναου CT ¦ του ουρανου Αντοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε. 18 Καὶ ἐγένοντο †αστραπαι και βρονται και φωναι ¦ φωναι και βρονται και αστραπαι TR ¦ αστραπαι και φωναι και βρονται ANT ECM† NA SBL TH WHἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί, καὶ ‡σεισμος ¦ σεισμος εγενετο Αν ANT CT PCK TRσεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ §οι ανθρωποι εγενοντο ¦ ανθρωπος εγενετο NA ¦ ανθρωποι εγενοντο ECM SBL TH WHοἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτω μέγας. 19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν *επεσον ¦ επεσαν ANT CTἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ †αυτης ¦ αυτη ANT HF αὐτῆς σφόδρα.

*16:1 φωνης μεγαλης ¦ μεγαλης φωνης ANT NA SBL TH WH

†16:1 εκ του ναου ¦ — K

‡16:1 και ¦ — PCK

§16:1 εκχεατε ¦ εκχεετε CT

*16:1 επτα ¦ — PCK TR

†16:2 εις ¦ επι Αν PCK TR

‡16:2 επι ¦ εις PCK TR

§16:2 προσκυνουντας τη εικονι αυτου ¦ τη εικονι αυτου προσκυνουντας TR

*16:3 αγγελος ¦ — CT

†16:3 ζωσα ¦ ζωης ECM† NA SBL TH WH ¦ — K HF

‡16:3 εν ¦ τα εν ECM† NA SBL TH WH

§16:4 τριτος ¦ τριτος αγγελος Αν PCK TR

*16:4 εις ¦ — CT PCK

†16:4 εγενετο ¦ εγενοντο ECM†

‡16:5 ει ¦ κυριε ει TR

§16:5 ο οσιος ¦ οσιος ECM† HF TH ¦ και ο εσομενος SCR ¦ και ο οσιος ST

*16:6 εδωκας ¦ δεδωκας NA SBL TH WH

†16:6 πιειν ¦ πειν WH

‡16:6 αξιοι ¦ αξιοι γαρ TR

§16:7 ηκουσα ¦ ηκουσα αλλου εκ TR

*16:8 αγγελος ¦ — K ANT CT HF

†16:8 εν πυρι τους ανθρωπους ¦ τους ανθρωπους εν πυρι CT PCK TR

‡16:9 οι ανθρωποι ¦ — CT TR

§16:9 εξουσιαν ¦ την εξουσιαν CT PCK

*16:10 πεμπτος ¦ πεμπτος αγγελος Αν PCK TR

†16:10 εμασωντο ¦ εμασσωντο TR

‡16:12 εκτος ¦ εκτος αγγελος PCK TR

§16:12 ευφρατην ¦ τον ευφρατην ANT ECM† NA SBL TR WH

*16:12 ανατολης ¦ ανατολων Αν PCK TR

†16:13 ακαθαρτα τρια ¦ τρια ακαθαρτα ANT CT PCK TR

‡16:13 ως βατραχοι ¦ ομοια βατραχοις TR

§16:14 δαιμονιων ¦ δαιμονων Αν PCK TR

*16:14 α εκπορευεται ¦ εκπορευεσθαι Αν ECM† ST

†16:14 της ¦ της γης και της TR

‡16:14 τον ¦ — ST

§16:14 ημερας εκεινης της μεγαλης ¦ ημερας της μεγαλης ECM† NA SBL TH WH ¦ μεγαλης ημερας ECM†

*16:16 αρμαγεδων ¦ μαγεδων K HF ¦ αρμαγεδδων TR

†16:17 εβδομος ¦ εβδομος αγγελος Αν PCK TR

‡16:17 επι ¦ εις Αν PCK TR

§16:17 απο ¦ εκ ANT CT

*16:17 του ναου του ουρανου ¦ του ναου CT ¦ του ουρανου Αν

†16:18 αστραπαι και βρονται και φωναι ¦ φωναι και βρονται και αστραπαι TR ¦ αστραπαι και φωναι και βρονται ANT ECM† NA SBL TH WH

‡16:18 σεισμος ¦ σεισμος εγενετο Αν ANT CT PCK TR

§16:18 οι ανθρωποι εγενοντο ¦ ανθρωπος εγενετο NA ¦ ανθρωποι εγενοντο ECM SBL TH WH

*16:19 επεσον ¦ επεσαν ANT CT

†16:21 αυτης ¦ αυτη ANT HF