3
Taming the Tongue
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα *ληψομεθα ¦ λημψομεθα CTληψόμεθα. 2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, †δυνατος ¦ δυναμενος PCKδυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 ‡ιδε ¦ ιδου TR ¦ ει δε CTἼδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν §προς 95.5% ¦ εις CT 2.4%πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ *σκληρων ανεμων ¦ ανεμων σκληρων ECM† NA PCK SBL TH WHσκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου †αν ¦ — CTἂν ἡ ὁρμὴ τοῦ ‡ευθυνοντος ¦ ιθυνοντος PCKεὐθύνοντος §βουληται ¦ βουλεται CTβούληται. 5 Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ *μεγαλαυχει ¦ μεγαλα αυχει CTμεγαλαυχεῖ.
Ἰδού, †ολιγον ¦ ηλικον CTὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει. 6 Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ‡ουτως ¦ — CTοὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς §δυναται ανθρωπων δαμασαι 84.2% ¦ δυναται δαμασαι ανθρωπων MSS 11.9% ¦ δαμασαι δυναται ανθρωπων CT 1%δύναται ἀνθρώπων δαμάσαι· *ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν †θεον ¦ κυριον CTΘεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. 11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; ‡ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CTΟὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
The Wisdom from Above
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ §εριθειαν ¦ εριθιαν WHἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, *αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16 Ὅπου γὰρ ζῆλος καὶ †εριθεια ¦ εριθια WHἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος ‡και ¦ — CTκαὶ ἀνυπόκριτος. 18 Καρπὸς δὲ §της ¦ — CT PCKτῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

*3:1 ληψομεθα ¦ λημψομεθα CT

†3:2 δυνατος ¦ δυναμενος PCK

‡3:3 ιδε ¦ ιδου TR ¦ ει δε CT

§3:3 προς 95.5% ¦ εις CT 2.4%

*3:4 σκληρων ανεμων ¦ ανεμων σκληρων ECM† NA PCK SBL TH WH

†3:4 αν ¦ — CT

‡3:4 ευθυνοντος ¦ ιθυνοντος PCK

§3:4 βουληται ¦ βουλεται CT

*3:5 μεγαλαυχει ¦ μεγαλα αυχει CT

†3:5 ολιγον ¦ ηλικον CT

‡3:6 ουτως ¦ — CT

§3:8 δυναται ανθρωπων δαμασαι 84.2% ¦ δυναται δαμασαι ανθρωπων MSS 11.9% ¦ δαμασαι δυναται ανθρωπων CT 1%

*3:8 ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%

†3:9 θεον ¦ κυριον CT

‡3:12 ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CT

§3:14 εριθειαν ¦ εριθιαν WH

*3:15 αλλ ¦ αλλα NA27 SBL TH WH

†3:16 εριθεια ¦ εριθια WH

‡3:17 και ¦ — CT

§3:18 της ¦ — CT PCK